Παρακλητικός Κανών Εἰς τόν Κύριον ΙHΣΟΥΝ ΧΡΙΣΤΟΝ για το Άγχος
Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Κ Α Ν Ω Ν
Εἰς τόν Κύριον ΙHΣΟΥΝ ΧΡΙΣΤΟΝ
Ὅπως ἵλεως γένηται καί ἀπαλλάξῃ πολλούς ἀδελφούς ὑπό τῆς νόσου τῆς ἐποχῆς
μαστιζομένους, τοῦ ΑΓΧΟΥΣ, καί τῶν παρενεργειῶν αὐτοῦ.
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος. Ἀμήν
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ΄)
Δόξα Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι καί νῦν, καί ἀεί, καί εἰς τούς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνοματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι καί νῦν, καί ἀεί, καί εἰς τούς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία
σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν
τόν ἐπιούσιον δός ἡμῖν σήμερον, καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί
ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Κύριε εἰσάκουσον.
Ψαλμὸς ρμβ΄(142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου.
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς
αἰῶνος. καὶ
ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι
τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε. ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε. πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ
ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.
καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού
εἰμι.
Καί εὐθύς, Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀ
νόματι Κυρίου.
Στίχ. α΄.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν
ἡμῖν. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀ νόματι Κυρίου.
Στίχ. β΄.
Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀ
νόματι Κυρίου.
Στίχ. γ΄.
Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀ
νόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Δίδου μοι λόγον τρισυπόστατε μόνε, Θεέ τῶν ὅλων, ποιητά τῶν ἁπάντων, Σύ
κατ΄ἀρχάς διέπλασας τόν ἄνθρωπον ἐκ γῆς, ἔθηκας Ἐδέμ αὐτόν, ἀπολαύειν
πλουσίως, χάριτός Σου Κύριε παραδείσου τά κάλλη, φθόνῳ δέ τοῦ ὄφεως ἐκπίπτει
τῆς χαρᾶς, ποικίλλα δέ πάθη δεινῶς ἐκληρώσατο.
Δόξα καί νῦν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή
γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς
δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γάρ
δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄(50).
Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν
με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ
παντὸς. Σοὶ μόνῳ
ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας.
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. πλυνεῖς με, καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ Πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ
τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν
με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με
ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν.
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν
σου μόσχους.
Εἶτα ἀρχόμεθα τοῦ
Κανόνος
Ὠδή α΄. Ἦχος πλ. δ΄.
Ὁ Εἱρμός.
Ὑγράν διοδεύσας.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Χειρῶν πεπλαστούργημαι τοῦ Θεοῦ, χαράν τήν τελείαν ἀπελάμβανον ἐν Ἐδέμ,
φθονήσας δέ ὁ ὄφις τήν τιμήν μου, δόλῳ κακίστῳ, τρυφῆς γάρ ἐξόρισμαι.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ὦ δόξης μεγίστης καί Θεϊκῆς, δι’ ἧς κατετρύφουν ὡραιότητος τοῦ Θεοῦ,
πεισθείς τῇ κακίστῃ συμβουλίᾳ, οἴμοι ὁ
τάλας τιμῆς δέ ἐξέπεσον.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ἐντεῦθεν τῆς φύσεως τά δεινά, ἀνθρώπων τῶν πάντων ἀπορρέουσιν ὰληθῶς, ἐπεί
γάρ προπάτορες γενάρχαι, νόμῳ τῷ Θείῳ πικρῶς γάρ ἠσέβησαν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς Εὔας ποντίσασα τήν ἀράν, πανεύοσμον ἄνθος μυροβόλον τό τοῦ Θεοῦ,
Παρθένε Μαρία σεμνοτάτη, ἐμεγαλύνθης σαὐτήν ταπεινώσασα.
Ὠδή γ΄.
Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ὁλικῶς μετεβλήθη, σφαῖρα βροτείας ὑπάρξεως, ὅτε ὁ πανοῦργος εἰσδύνας ἰόν
ἐξήμεσεν, βασιλικῆς δέ τιμῆς, νῦν ἐκπεπτώκαμεν, καί ψυχῆς τοῖς τραύμασι
πάντες ὑποκείμεθα.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ὀλολύζων καί τρέμων, χαρᾶς τῆς θείας ἐξόρισται, θύρα τῆς τρυφῆς παραδείσου
δεινῶς ἠσφάλισται, καί
ἀπωλέσθημεν τῇ ἡμῶν ῥαθυμίᾳ, ἀλλά Σύ φιλάνθρωπε σκέπασον δούλους Σου.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Οἴμοι πόνῳ στενάζει, πικρός γενάρχης ὁ δείλαιος, πόνον καί ὀδύνην καί ἄγχος
πᾶσι μετέδωκεν, γένει βροτείῳ τε, τῷ ἐξ αὐτοῦ προελθόντι, θρῆνόν τε καί
δάκρυα κλῆρον ἐλάβομεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁλικῶς ὑπετάγην τῷ τοῦ ἐχθροῦ θελήματι, σπεῦσον γλυκυτάτη Παρθένε καί ἀποδίωξον, ἐχθρόν ἀλάστορα ἐκ τῆς
ἀθλίας ψυχῆς μου, τρίβοις τοῦ Υἱοῦ σου δέ, ἀγωνιζώμεθα.
Πρός τό Διάσωσον.
Χαρίτωσον, νοῦν καί ψυχήν καί καρδίαν, καί πᾶσαν αἴσθησιν δώρισε
Δέσποινα, ὡς ἔχουσα ἀκλινῆ παρρησία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα.
Ἦχος β΄.
Πρεσβεία θερμή.
Τρυχόμενος πάθεσι, καί ψυχῶν τραύμασι, καιρῶν χαλεπῶν, νευρώδους τε
συγχύσεως, ἀκαθάρτων αἰτιῶν καί κακώσεων, ἄγχη καί βάρη τῶν ψυχῶν,
κατεύνασον Κύριε.
Ὠδή δ΄.
Ὁ Εἱρμός. Εἰσακήκοα, Κύριε.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Τῆς ψυχῆς τό ἀξίωμα, πάντες ἀπωλέσαμεν μή πειθαρχήσαντες, τῇ ἀγάπῃ τοῦ Θεοῦ
ἡμῶν, ὑπακούσαντες τοῦ ὄφεως συρίγματι.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Θεοΰφαντον ἔνδυμα, οὐχ ὑλῶδες καί χειρῶν γάρ κατασκεύασμα, ἀλλά αἰθέριον
καί ἄϋλον, ὑπό Θεοῦ χειρῶν σαρκί περιβαλλούμεθα.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Παραβάσεως τίμημα, νῦν δέ βαρύτατον καί δυσβάστακτον, ἀνασφάλειαι
κινδύνοις ταραχαί, ἀπολύτρωσον
αὐτούς τούς πάσχοντας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῷ Θεῷ ὑπακούσασα, αὖθις δέ συνέλαβες καί ἀπεκύησας, τόν τοῦ Πατρός
συνάναρχον Υἱόν, καί χρεοφειλέσιον Ἀδάμ ἐξήλειψας.
Ὠδή ε΄.
Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Δίδου Ἰησοῦ, πᾶσι τοῖς πάσχουσι ἀσφάλειαν, ἆρον φοβίαν καί κακίστην
συμβουλήν, ἥν ὁ πλάνος ὡς πανοῦργος ἐπιτίθεται.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ἀπόλωλεν ἐλπίς, καί ἡ πίστις πρός Θεόν ἐξέλιπεν, διό ποικίλλα πάθη
κατελάβοντο ἡμᾶς, τά τῆς ἀπιστίας γάρ ἐπίχειρα εἰσπράττοντες.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Καῦμα τῆς ψυχῆς, ὦ Χριστέ μου, καλυπτόμεθα, ὅτε ἐνσκήψει ἄγχος φθοροποιόν,
οἰκογένειαι οὖν πᾶσαι διαλέλυνται.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κάμινος παθῶν, λύπην τε τήν ζωήν καταπιέζουσα,
πρόφθασον ῥῦσαι Σεμνή, μή
σατᾶν με καταπίῃ ὁ ἀπαίσιος.
Ὠδή στ΄.
Ὁ Εἱρμός. Τήν δέησιν ἐκχεῶ.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ἐπίγνωθι, ψυχή ἀθλία μου, πρόσχες τήν τοῦ Κάϊν ἁμαρτίαν ἥν ἔσχεν, ὅτε
φρικτήν καί ἀπαισίαν πρᾶξιν, Ἄβελ τόν δίκαιον, ἐθανάτωσε, στένων καί τρέμων
τήν ζωήν, ἐν φοβίᾳ καί πόνῳ διήρχετο.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Πεπλήθυται, καί αὐξομένη εὕρηται, ὁσημέραι τῶν ἀνθρώπων ἡ μάστιγξ, δίνη
ψυχῆς, παραισθήσεις παντοῖαι, φοβίαι πᾶσαι συγχύσεις καί τραύματα, πρόσθες
μοι πίστιν Ἀγαθέ ἵνα εὕρω λιμένα οὐράνιον.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Τετάρακται, καί τῇ φοβίᾳ δέδοται, ἱκανή μερίς τῶν ἀνθρώπων, βλέψον αὐτοῖς
πανοικτίρμον Χριστέ μου, ἐπεί ἐλπίδα καί πίστιν ἀπώλεσαν, πένθος καί δάκρυα
χάρισε, ἵνα δρόμον σου θεῖον πορεύονται.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πανάχραντε, Μῆτερ ἀνθρώπων πονούντων, θλιβομένων, ἀσθενούντων προσδέχου,
φωνάς αὐτῶν, ῥοή δακρύων ὦ Μῆτερ, ἅπερ ἐν πόνῳ ψυχῆς ἀναπέμπουσι, ῥῦσαι ἡμᾶς
τῶν πειρασμῶν, τάς αἰτήσεις ἁπάσας ἐκπλήρωσον.
Πρός τό Διάσωσον.
Δέσποτα φιλάνθρωπε τῆς ζωῆς μου, δέξαι τήν δέησιν πολυέλεε καί χάρισαί μοι
τῷ οἰκτρῷ, μετανοίας ἀρχήν καί συμπάθειαν.
Χαρίτωσον, Θεογεννῆτορ Μαρία νοῦν ψυχήν καί καρδίαν, ἀπάλλαξον, λοιμῶν
λιμόν τε καί σεισμῶν, καί τήν ῥῶσιν παράσχου μοι Δέσποινα.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τάς αἰτήσεις Δέσποτα, πάσας προσδέχου, τῶν ἀθλίων δούλων σου, φρικτως
αλγούντων Ἰησοῦ, καί γάρ δεινῶς χειμαζόμενοι, ἄγχει καί θλίψει, ἐπίβλεψον
ἅπασι.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί κατεύθυνε τά διαβήματά
μου. (δίς)
Στίχ.
Ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ἰωάννην (κεφ. κ΄, 19-23).
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καί τῶν θυρῶν
κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι διά τόν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς καί ἔστη εἰς τό μέσον, καί λέγει αὐτοῖς.
εἰρήνη ὑμῖν. Καί τοῦτο εἰπών ἔδειξεν αὐτοῖς τάς χεῖρας καί τήν πλευράν
αὐτοῦ, ἐχάρησαν οὖν οἱ μαθηταί
ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν.
εἰρήνη ὑμῖν. Καθώς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγώ πέμπω ὑμᾶς. Καί τοῦτο εἰπών
ἐνεφύσησε καί λέγει αὐτοῖς. λάβετε Πνεῦμα Ἅγιον.
ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε,
κεκράτηνται.
Δόξα. Ἦχος β΄.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατά τό
μέγα ἔλεός σου,καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά
μου.
Προσόμοιον
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ἐπάκουσον φιλάνθρωπε, φωνάς ἀχρείων σου δούλων, πόνῳ τηκομένων τε καί
κακώσεων, τῶν καιρῶν δείγματα, συμφορῶν ποικίλλων, ὡς ἀπούσης γάρ τῆς
πίστεως, περιδονούμενοι πάθεσι ἡμεῖς οὖν οἱ τλήμονες, ἀγχώδεσι, νευρώσεσι,
καί ψυχῶν γάρ πάσαις κολάσεσι, ὅθεν ἐκ βαθέων, βοῶμέν Σοι Παντάνακτα Χριστέ,
μή ὑπερίδῃς φωνάς ἡμῶν, μόνε
πολυέλεε.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε
Θεοτόκε. ἀλλ'
αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς
αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε
Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ
γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Ὠδή ζ΄.
Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Πᾶσα ἡ κοινωνία, κόπῳ καί ἄγχει στενάζουσα, ὕψωσον τόν νοῦν μου, Χριστέ καί
γλύκανόν με, εὐφροσύνην χαράν ἀπολαύσαιμι. ἵνα γεραίρω ἀεί,
τήν θείαν εὐλογίαν.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Προστρέχωμεν ἀσμένως, τῇ ἐκκλησίᾳ φαρμάκοις χρησάμενοι, ἐξαγορεύσει πρῶτον,
δάκρυσι μετανοίας, εἶτα σῶμα καί αἷμα ληψώμεθα, Κυρίου τοῦ Θεοῦ ἡμῶν ἰσχύϊ
πλουτίζοντες.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Μετάνοιά μοι δίδου, ὦ Κύριε τῆς δόξης, γενοῦ ἰσχύς καί ὀχύρωμα Δέσποτα,
ὅπως ῥυσθῶ καί ἀνυμνῶ τό θεῖον καί ἄφατον ἔλεος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀγάπην καί εἰρήνην, δίδου μακροθυμίαν, πίστιν πραότητα καί ἐγκράτειαν, ἵνα
ὑμνῶ καί προσκυνῶ, τήν Παρθένον καί μόνην ἀμόλυντον.
Ὠδή η΄.
Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν Οὐρανῶν.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Τούς ἐν ἀνάγκαις καί ψυχικῶς ἀσθενοῦντας, δυσφορίαις ἀϋπνίαις καί νόσοις,
ῥῦσαι σούς ἱκέτας, καί δοξολογοῦσι τῇ θείᾳ σου προνοίᾳ.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Δράκων ὁ μέγας, ἀπειλεῖ καί φρυάττει, ἀπωλέσαι τό ἀνθρώπινον γένος, πᾶσαν
ἀδικίαν, σύντριψον Χριστέ μου.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Πλάνῃ καί δόλῳ, δαιμονικήν προσβολήν τε, φαντασίαι λογισμοί τε καί πράξεις,
Κύριε Θεέ μου, ἀπαλλαξόν με τάχει.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φιλοσοφίαν, ἀθεΐαν ἀπάτην, βλαβεράς ἀνοήτους παγίδας δικτύοις συλλαβέσθαι,
ὦ Παρθένε, λύτρωσαί με.
Ὠδή θ΄.
Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Πάθεσιν ἐπαράτοις, ὡς περιπλακέντες, τοῦ ἀντιχρίστου τά σχέδια, καί γάρ οἱ
δοῦλοι αὐτοῦ, δεινά κομίζουσι.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ἰοί θανατηφόροι, νῦν παντί τῷ κόσμῳ, καί ἀκοαί δή πολέμων πληθύνονται, δός
χάριν τε καί νίκην, Υἱέ Θεοῦ Παντάναξ.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Ὦ Δέσποτα Χριστέ μου, ὡς ἄρχων τῆς εἰρήνης, χάρισαι ταύτην ἐν πᾶσι τοῖς
ἔθνεσι, καί μή ἐκχύσει τοῦ αἵματος κυλιώμεθα.
Δόξα σοι ὁ Θεός ἡμῶν δόξα σοι.
Βασιλεῦ τοῦ κόσμου, δίδου τοῖς σοῖς δούλοις ἄνεσιν, χάριν καί ἔλεον ἅπασι,
καί τῷ ἀθλίῳ μοι γράψαντι, δός μοι τήν ἄφεσιν.
Χαρᾶς μου τήν καρδίαν πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα,
τῆς ἁμαρτίας τήν λύπην ἐξαφανίσασα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα
τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ
μεγαλύνομεν.
Μεγαλυνάρια.
Δέσποτα καί πάντων δημιουργέ, Κύριε τῶν ὅλων ἀοράτων καί ὁρατῶν, προσπίπτομέν σοι πάντες, χάριν ἡμῖν πεμφθῆναι, ἐπεί γάρ κόσμος
ὅλος, πόνοις τιτρώσκεται.
Κόσμος ἅπας ἄγχεται καί πονᾷ, αἰτία μεγίστη ἡ ἐπάρατος ἡδονή, μαγείαν,
ἀνεργίαν, αὐτοχειρίαι ὄντως, ὦ Τίμιε Σταυρέ μου, κόσμου διάσωσμα.
Μή ἐγκαταλίπῃς με Ἰησοῦ, ἵλεως γενοῦ μοι τῷ ἀχρείῳ καί δολερῷ, ἀγαθωσύνην
δός μοι, ψυχῆς τε εὐεξίαν, καί φωτισμόν καί ῥῶσιν, ὦ Παντοδύναμε.
Κάθαρον τόν νοῦ μου, ὦ Ἰησοῦ, καρδίαν καί χείλη καί αἰσθήσεις παντοδαπάς
καί ἀξίωσόν με μερίδος ἐκλεκτῆς σου, τρυφῆς τε παραδείσου πολίτην δεῖξον
με.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι
ἡμᾶς.
Να γραφεί άλλο ενα
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ΄)
Δόξα Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι καί νῦν, καί ἀεί, καί εἰς τούς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνοματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι καί νῦν, καί ἀεί, καί εἰς τούς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου ἐλθέτω ἡ βασιλεία σου
γενηθήτω τό θέλημά σου οὐρανῷ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον
δός ἡμῖν σήμερον καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς
ὀφειλέταις ἡμῶν καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό
τοῦ πονηροῦ.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς.
πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότη, οἱ
ἁμαρτωλοί προσφέρομεν. Ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς.
ἐπί σοί γάρ πεποίθαμεν.
μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν.
ἀλλ’ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος, καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. σύ γάρ εἶ Θεός ἡμῶν, καί ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καί τό
ὄνομά σου ἐπικεκλήμεθα.
Καί νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε.
ἐλπίζοντες εἰς σέ, μή ἀστοχήσωμεν.
ῥυσθείημεν διά σοῦ τῶν περιστάσεων.
σύ γάρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντων φωτισμός καί ἱλασμός,
πάντων σύ ὑπάρχεις Χριστέ μου καί καταφύγιον, σπεῦσον καί παράστηθι ἀχρείοις
δούλοις σου, τοῖς κακοῖς μαστιζόμενοι, καί πάθεσι πλείστοις πάντες γάρ οἱ
τάλανες ἐγκυλινδούμενοι, ἄγχει καί στροβίλῳ
παθῶν τε, χρόνων πονηρῶν ὧν βιοῦμεν, σπεῦσον καί ἀπάλλαξον φιλάνθρωπε.
Πάντων θλιβομένων ἡ χαρά, καί ἀδικουμένων προστάτις, καί πενομένων τροφή,
ξένων τε παράκλησις, καί βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις,
καταπονουμένων σκέπη καί ἀντίληψις, καί ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ
Ὑψίστου σύ ὑπάρχεις Ἄχραντε σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τούς δούλους
σου.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό
πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν
σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς . Ἀμήν.
Δίστιχον
Πᾶσαν ἀσχημίαν πεπραχώς Ἰησοῦ μου
Δέομαί σου Σῶτερ, δεῖξον σῷ ἐλέει ἀθλίῳ.